Ancient Greek · ~3 min
16.2 to 16.4
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 16.2-2-4
Not analysed yet
ἐφ’ ὧν διὰ τὴν ἀδηλότητα, τίνος ἄρ εἶεν οὐκ εἰδὼς, αὐτὸ τοῦτο μόνον ἐπεσημήνατο, ὡς ἄρα τὴν μὲν εὕροι ἐν τῇ πρὸς Ἀκτίοις Νικοπόλει, τὴν δὲ ἐν ἑτέρῳ τοιῷδε τόπῳ. ἔν γε μὴν τοῖς ἑξαπλοῖς τῶν ψαλμῶν μετὰ τὰς ἐπισήμους τέσσαρας ἐκδόσεις οὐ μόνον πέμπτην, ἀλλὰ καὶ ἕκτην καὶ ἑβδόμην παραθεὶς ἑρμηνείαν, ἐπὶ μιᾶς αὖθις σεσημείωται ὡς ἐν Ἱεριχοῖ ηὑρημένης ἐν πίθῳ, κατὰ τοὺς χρόνους Ἀντωνίνου τοῦ υἱοῦ Σεβήρου. ταύτας δὲ ἁπάσας ἐπὶ ταὐτὸν συναγαγὼν, διελών τε πρὸς κῶλον, καὶ ἀντιπαραθεὶς ἀλλήλαις μετὰ καὶ αὐτῆς τῆς Ἑβραίων σημειώσεως, τὰ τῶν λεγομένων ἡμῖν ἑξαπλῶν ἀντίγραφα καταλέλοιπεν, ἰδίως τὴν Ἀκύλου καὶ Συμμάχου καὶ Θεοδοτίωνος ἔκδοσιν ἅμα τῇ τῶν ἑβδομήκοντα ἐν τοῖς τετραπλοῖς ἐπικατα σκευάσας.