Ancient Greek · ~2 min
ΛΟΓΟΣ Η., Chapter 16
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 16.2-3
Not analysed yet
οὐκ ἀνθρώπινον δέ τι τούτου κατέ- στῆ αἴτιον, οὐδ’ οἶκτος, ὡς ἂν φαίη τις, ἤ φιλανθρωπία τῶν ἀρχόντων· πολλοῦ δεῖ· πλείω γὰρ ὁσημέραι καὶ χαλεπώτερα ἀρχῆθεν εἰς ἐκεῖνο τοῦ καιροῦ τὰ καθ’ ἡμῶν αὐτοῖς ἐπενοεῖτο, ποικιλωτέραις μηχαναῖς ἄλλοτε ἄλλως τὰς καθ’ ἡμῶν αἰκίας ἐπικαινουργούντων· ἀλλ’ αὐτῆς γε τῆς θείας προνοίας ἐμφανὴς ἡ ἐπίσκεψις, τῷ μὲν αὐτῆς καταλλαττομένης λαῷ, τῷ δ’ αὐθέντῃ τῶν κακῶν ἐπεξιούσης καὶ πρωτοστάτῃ τῆς τοῦ παντὸς διωγμοῦ κακίας ἐπιχολουμένης.