Ancient Greek · ~2 min
16.5 to 16.6
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 16.5-2-6
Not analysed yet
ἀξιούντων “οὖν τῶν κατὰ τόπον πρεσβυτέρων, ὅπως τῶν λε- “χθέντων κατὰ τῶν ἀντιδιατιθεμένων τῷ τῆς ἀλη- “θείας λόγῳ ὑπόμνημά τι καταλίπωμεν, παρόντος καὶ “τοῦ συμπρεσβυτέρου ἡμῶν Ζωτικοῦ τοῦ Ὀτρηνοῦ, “τοῦτο μὲν οὐκ ἐπράξαμεν, ἐπηγγειλάμεθα δὲ, ἐν- “θάδε γράψαντες τοῦ κυρίου διδόντος διὰ σπουδῆς “πέμψειν αὐτοῖς.” ταῦτα καὶ ἑξῆς τούτοις ἕτερα κατ᾿ ἀρχὰς εἰπὼν τοῦ λόγου, τὸν αἴτιον τῆς δηλουμένης αἱρέσεως προϊὼν τοῦτον ἀνιστορεῖ τὸν τρόπον “ἡ τοίνυν ἔνστασις αὐτῶν καὶ ἡ πρόσφατος τοῦ ἀπο- “σχίσματος αἵρεσις πρὸς τὴν ἐκκλησίαν τὴν αἰτία “ἔσχε τοιαύτην.