Ancient Greek · ~2 min
17.10 to 17.11
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 17.10-2-11
Not analysed yet
ὅθεν κατὰ ταύτην τὴν “συγχώρησιν τὴν ἡμετέραν ὀφείλουσι τὸν ἑαυτῶν “θεὸν ἱκετεύειν περὶ τῆς σωτηρίας τῆς ἡμετέρας καὶ “τῶν δημοσίων καὶ τῆς ἑαυτῶν, ἔνα κατὰ πάντα τρόπον καὶ τὰ δημόσια παρασχεθῇ ὑγιῆ, καὶ ἀμέ- “ριμνοι ζῆν ἐν τῇ ἑαυτῶν ἑστίᾳ δυνηθῶσι.” ταῦτα κατὰ τὴν τῶν Ῥωμαιων φωνὴν ἐπὶ τὴν Ἑλλάδα γλῶτταν κατὰ τὸ δυνατὸν μεταληφθέντα τοῦτον ἔχει τὸν τρόπον. τί δὴ οὖν ἐπὶ τούτοις γίνεται ἐπιθεωρῆσαι καιρός.