Ancient Greek · ~2 min
ΛΟΓΟΣ Δ., Chapter 17
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 17.13
Not analysed yet
καὶ ὃς οὐδὲν ἄλλο ἀποκρινάμενος καὶ πρὸς τὸν Λούκιον ἔφη ῾δοκεῖς μοι καὶ σὺ εἶναι τοιοῦτος.’ καὶ τοῦ Λουκίου φήσαντος ῾μάλιστα᾿ πάλιν καὶ αὐτὸν ἀπαχθῆναι ἐκέλευσεν. ὁ δὲ χάριν εἰδέναι ὡμολόγει · πονηρῶν γὰρ δεσποτῶν τῶν τοιούτων ἀπηλλάχθαι ἐπεῖπε, καὶ παρὰ ἀγαθὸν πατέρα καὶ βασιλέα τὸν θεὸν πορεύεσθαι. καὶ ἄλλος δὲ τρίτος ἐπελθὼν κολασθῆναι προσετιμήθη. ”τούτοις ὁ Ἰουστῖνος εἰκότως καὶ ἀκολούθως ἃς προεμνημονεύσαμεν αὐτοῦ φωνὰς ἐπάγει λέγων “κἀγὼ οὐν προσδοκῶ ὑπό τινος τῶν ὠνομασμένων ἐπιβουλευθῆναι” καὶ τὰ λοιπά.