# Historia Ecclesiastica 17.2-8

Eusebius, Historia Ecclesiastica, 17.2 to 17.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/historia-ecclesiastica/17.2

αὐτίκα γοῦν ἔργου τῷ λόγῳ παρηκολουθηκότος ἥπλωτο κατὰ πόλεις βασιλικὰ διατάγματα, τὴν παλινῳδίαν τῶν καθ’ ἡμᾶς τοῦτον περιέχοντα τὸν τρόπον· “ Αὐτοκράτωρ Καῖσαρ Γαλέριος Οὐαλέριος Μαξιμῖνος, ἀνίκητος, σεβαστὸς, ἀρχιερεὺς μέγιστος, Γερμανικὸς μέγιστος, Αἰγυπτιακὸς μέγιστος, Αἰγυπτιακὸς μέγιστος, Θηβαι·κὸς μέγιστος, Σαρματι- “κὸς μέγιστος πεντάκις, Περσῶν μέγιστος δὶς, Καρ- “πῶν μέγιστος ἑξάκις, Ἀρμενίων μέγιστος, Μηδῶν μέγιστος, Ἀδιαβηνῶν μέγιστος, δημαρχικῆς ἐξου- “σίας τὸ εἰκοστὸν, αὐτοκράτωρ τὸ ἐννεακαιδέκατον “ὕπατος τὸ ὄγδοον, πατὴρ πατρίδος, ἀνθύπατος· “ καὶ αὐτοκράτωρ Καῖσαρ Φλάουιος Κωνσταντῖνος, εὐσεβὴς, εὐτυχὴς, ἀνίκητος, σεβαστὸς, ἀρχιερεὺς μέγιστος, δημαρχικῆς ἐξουσίας “τὸ πέμπτον, αὐτοκράτωρ τὸ πέμπτον, ὕπατος, πατὴρ ‘πατρίδος, ἀνθύπατος· καὶ αὐτοκράτωρ Καῖσαρ “Οὐαλέριος Λικιννιανὸς, εὐσεβὴς, εὐτυχὴς, ἀνίκη- “τος, σεβαστὸς, ἀρχιερεὺς μέγιστος, δημαρχικῆς ἐξου- “σίας τὸ τέταρτον, αὐτοκράτωρ τὸ τρίτον, ὕπατος, ‘πατὴρ πατρίδος, ἀνθύπατος, ἐπαρχιώταις ἰδίοις “χαίρειν. μεταξὺ τῶν λοιπῶν, ἅπερ ὑπὲρ τοῦ “χρησίμου καὶ λυσιτελοῦς τοῖς δημοσίοις διατυπού- “μεθα, ἡμεῖς μὲν βεβουλήμεθα πρότερον κατὰ τοὺς “ἀρχαίους νόμους καὶ τὴν δημοσίαν ἐπιστήμην τὴν “τῶν ἅπαντα ἐπανορθώσασθαι, καὶ τού- “του πρόνοιαν ποιήσασθαι, ἔνα καὶ οἶ Χριστιανοὶ, “οἵτινες τῶν γονέων τῶν ἑαυτῶν καταλελοίπασι τὴν “αἵρεσιν, εἰς ἀγαθὴν πρόθεσιν ἐπανέλθοιεν· ἐπεί- “περ περ τινὶ λογισμῷ τοσαύτη αὐτοὺς πλεονεξία κατε- “σχήκει καὶ ἄνοια κατειλήφει ὡς μὴ ἕπεσθαι τοῖς “ὑπὸ τῶν πάλαι καταδειχθεῖσιν, ἅπερ ἴσως πρότερον “καὶ οἶ γονεῖς αὐτῶν ἦσαν καταστήσαντες, ἀλλὰ “κατὰ τὴν αὐτῶν πρόθεσιν καὶ ὡς ἕκαστος ἐβού- “λετο, οὕτως ἑαυτοῖς καὶ νόμους ποιῆσαι, καὶ τού- “τους παραφυλάττειν, καὶ ἐν διαφόροις διάφορα “πλήθη συνάγειν. τοιγαροῦν τοιούτου ὑφ’ ἡμῶν “προστάγματος παρακολουθήσαντος, ὥστε ἐπὶ τὰ “ὑπὸ τῶν ἀρχαίων κατασταθέντα ἑαυτοὺς μεταστήσαιεν, πλεῖστοι μὲν κινδύνῳ ὑποβληθέντες, πλεῖ- “στοι δὲ ταραχθέντες παντοίους θανάτους ὑπέφερον· “

---

Eusebius, Historia Ecclesiastica, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg002.local002/.
