Ancient Greek · ~3 min
ΛΟΓΟΣ Β., Chapter 17
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 17.22
Not analysed yet
ἃ καὶ ἐπ’ ἀκριβέστερον αὐτὸς, ὃν καὶ εἰς δεῦρο τετήρηται παρὰ μόνοις ἡμῖν τρόπον, ἐπισημηνάμενος ὁ δηλωθεὶς ἀνὴρ τῇ ἰδίᾳ παραδέδωκε γραφῇ · καὶ μάλιστά γε τὰς τῆς μεγάλης ἑορτῆς παννυχίδας καὶ τὰς ἐν ταύταις ἀσκήσεις, τούς τε λέγεσθαι εἰωθότας πρὸς ἡμῶν ὕμνους ἱστορῶν, καὶ ὡς ἑνὸς μετὰ ῥυθμοῦ κοσμίως ἐπιψάλλοντος οἱ λοιποὶ καθ’ ἡσυχίαν ἀκροώμενοι τῶν ὕμνων τὰ ἀκροτελεύτια συνεξηχοῦσιν ,ὅπως τε κατὰ τὰς δεδηλωμένας ἡμέρας ἐπὶ στιβάδων χαμευνοῦντ ἐς οἴνου μὲν τὸ παράπαν, ὡς αὐτοῖς ῥήμασιν ἀνέγραψεν, οὐδ’ ἀπογεύονται, ἀλλ’ οὐδὲ τῶν ἐναίμων τινὸς, ὕδωρ δὲ μόνον αὐτοῖς ἐστι ποτὸν ,καὶ προσόψημα μετ’ ἄρτου ἅλες καὶ ὕσσωπον.