Ancient Greek · ~1 min
ΛΟΓΟΣ Ε., Chapter 18
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 18.1-4
Not analysed yet
[Nic. H. E. IV, 25] τῆς δὲ κατὰ Φρύγας καλουμένης αἱρέσεως καὶ Ἀπολλών· ιος, ἀκκλησιαστικὸς συγγραφεὺς, ἀκμαζούσης εἰσέτι τότε κατὰ τὴν Φρυγίαν ἔλεγχον ἐνστησάμενος ἴδιον κατ’ αὐτῶν πεποίηται σύγγραμμα, τὰς μὲν φερομένας ἀυτῶν προφητείας ψευδεῖς οὔσας κατὰ λέξιν εὐθύνων, τὸν δὲ βίον τῶν τῆς αἱρέσεως ἀρχηγῶν ὁποῖός τις γέγονε διελέγχων. αὐτοῖς δὲ ῥήμασι περὶ τοῦ Μοντανοῦ ταῦτα λέγοντος ἄκουε