Ancient Greek · ~2 min
18.3 to 18.4
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 18.3-2-4
Not analysed yet
καὶ ταῦτα μὲν περὶ τοῦ Μοντανοῦ· καὶ περὶ τῶν προφητίδων δὲ αὐτοῦ ὑποκαταβὰς οὕτω γράφει “δείκνυμεν οὑν “αὐτὰς πρώτας τὰς προφήτιδας ταύτας, ἀφ’ οὑ τοῦ “πνεύματος ἐπληρώθησαν, τοὺς ἄνδρας καταλιπού- “σας. πῶς οὖν ἐψεύδοντο Πρίσκον. παρθένον “καλοῦντες;” εἶτ’ ἐπιφέρει λέγων “δοκεῖ σοι “γραφὴ κωλύειν προφήτην λαμβάνειν δῶρα καὶ χρή- “ματα; ὅταν οὖν ἴδω τὴν προφῆτιν εἰληφυῖαν “χρυσὸν καὶ ἄργυρον καὶ πολυτελεῖς ἐσθῆτας, πῶς “αὐτὴν μὴ παραιτήσωμαι;’’