Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ., Chapter 18
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 18.4
Not analysed yet
εἰς τοσοῦτον δὲ ἄρα κατὰ τοὺς δηλουμένους ἡ τῆς ἡμετέρας πίστεως διέλαμπε διδασκαλία, ὡς καὶ τοὺς ἄποθεν τοῦ καθ’ ἡμὰς λόγου συγγραφεῖς μὴ ἀποκνῆσαι ταῖς αὐτῶν ἱστορίαις τόν τε διωγμὸν καὶ τὰ ἐν αὐτῷ μαρτύρια παραδοῦναι, οἴ γε καὶ τὸν καιρὸν ἐπ’ ἀκριβὲς ἐπεσημήνατο, ἐν ἔτει πεντεκαιδεκάτῳ Δομετιανοῦ μετὰ πλείστων ἑτέρων καὶ Φλαουίαν Δομέτιλλαν ἱστορη σαντες, ἐξ ἀδελφῆς γεγονυῖαν Φλαουίου Κλήμεντος ἑνὸς τῶν τηνικάδε ἐπὶ Ῥώμης ὑπάτων, τῆς εἰς Χρι ’στὸν μαρτυρίας ἕνεκεν εἰς νῆσον Ποντίαν κατὰ τιμο ρίαν δεδόσθαι.