Ancient Greek · ~2 min
ΛΟΓΟΣ Δ., Chapter 18
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 18.7
Not analysed yet
ἱστορεῖ δ᾿ ἐν ταὐτῷ περὶ Ἰουδαίων, ὡς κατὰ τῆς τοῦ Χριστοῦ διδασκαλίας ἐπιβουλὴν συσκευασαμένων, αὐτὰ ταῦτα πρὸς τὸν Τρύφωνα ἀποτεινόμενος· “οὐ μόνον δὲ οὐ “μετενοήσατε ἐφ᾿ οἷς ἐπράξατε κακῶς, ἀλλὰ ἄνδρας “ἐκλεκτοὺς ἐκλεξάμενοι τότε ἀπὸ ῾Ιερουσαλὴμ ἐξεπέμ- ”ψατε εἰς ἅπασαν τὴν γῆν λέγοντες αἵρεσιν ἄθεον “Χριστιανῶν πεφάνθαι, καταλέγοντές τε ταῦτα, ἅπερ καθ’ ἡμῶν οἱ ἀγνοοῦντες ἡμᾶς πάντες λέγουσιν, “ὥστε οὐ μόνον ἑαυτοῖς ἀδικίας αἴτιοι ὑπάρχετε, ἀλλὰ “καὶ τοῖς ἄλλοις ἅπασιν ἁπλῶς ἀνθρώποις.”