Ancient Greek · ~2 min
ΛΟΓΟΣ ς., Chapter 2
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 2.14-2
Not analysed yet
ἀλλὰ τούτῳ γε ἐπάναγκες ὁ Ὠριγένης συνὼν τῆς ἐξ ἐκείνου περὶ τὴν πίστιν ὀρθοδοξίας ἐναργῆ παρείχετο δείγματα, ὅτι δὴ μυρίου πλήθους διὰ τὸ δοκοῦν ἱκανὸν ἐν λόγῳ τοῦ Παύλου τοῦτο γὰρ ἦν ὄνομα τῷ ἀνδρὶ) συναγομένου παρ’ αὐτῷ οὐ μόνον αἱρετικῶν, ἀλλὰ καὶ ἡμετέρων, οὐδεπώποτε προυτράπη κατὰ τὴν εὐχὴν αὐτῷ συστῆναι, φυλάττων ἐξέτι παιδὸς κανόνα ἐκκλησίας, βδελυττόμενός τε, ὡς αὐτῷ ῥήματι φησί που αὐτὸς, τὰς τῶν αἱρέσεων διδασκαλίας.