Ancient Greek · ~2 min
ΛΟΓΟΣ Α., Chapter 2
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 2.2
Not analysed yet
Γένους μὲν οὖν καὶ ἀξίας, αὐτῆς τε οὐσίας τῆς τοῦ Χριστοῦ καὶ φύσεως οὔτις ἂν εἰς ἔκφρασιν αὐτάρκης γένοιτο λόγος. ᾗ καὶ τὸ πνεῦμα τὸ θεῖον ἐν προφητείαις “τὴν γενεὰν αὐτοῦ” φησὶ “τίς διηγή- σεται ; ”ὅτι δὴ οὔτε τὸν πατέρα τις ἔγνω, εἰ μὴ ὁ υἱὸς ,οὔτ’ αὖ τὸν υἱόν τις γνοίη ποτὲ κατ’ ἀξίαν ,εἰ μὴ μόνος ὁ γεννήσας αὐτὸν πατήρ.