Ancient Greek · ~2 min
ΛΟΓΟΣ Α., Chapter 2
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 2.22
Not analysed yet
ὡς δ’ ἤδη διὰ τούτων τὰ θεοσεβείας σπέρματα εἰς πλῆθος ἀνδρῶν καταβέβλητο, ὅλον τε τὸ ἔθνος ἐπὶ τῇ θεοσεβείᾳ προσανέχον ἀνέκαθεν ἐξ Ἑβραίων ὑπέστη τοῦτο, τούτοις μὲν ὡσανεὶ πλήθεσιν ἔτι ταῖς παλαιαῖς ἀγωγαῖς ἐκδεδιῃτημένοις διὰ τοῦ προφήτου Μωυσέως εἰκόνας καὶ σύμβολα σαββάτου τινὸς μυστι- κοῦ καὶ περιτομῆς ,ἑτέρων τε νοητῶν θεωρημάτων εἰσαγωγὰς ,ἀλλ’ οὐκ αὐτὰς ἐναργεῖς παρεδίδου τὰς μυσταγωγίας.