Ancient Greek · ~2 min
ΛΟΓΟΣ Ε., Chapter 2
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 2.3-4
Not analysed yet
ἡδέως γὰρ παρεχώρουν τὴν τῆς μαρτυρίας προσηγορίαν τῷ Χριστῷ, τῷ πιστῷ καὶ ἀληθινῷ μάρτυρι καὶ πρωτοτόκῳ τῶν νεκρῶν καὶ ἀρχηγῷ τῆς ζωῆς τοὐ θεοῦ, καὶ ἐπεμιμνήσγοντο τῶν ἐξεληλυθότων ἤδη μαρτύρων καὶ ἔλεγον ἐκεῖνοι ἤδη μάρτυρες, οὓς ἐν τῇ ὁμολογίᾳ Χριστὸς ἠξίωσεν ἀναληφθῆναι, ἐπι- σφραγισάμενος αὐτῶν διὰ τῆς ἐξόδου τὴν μαρτυ- “ρίαν, ἡμεῖς δὲ ὁμόλογοι μέτριοι καὶ ταπεινοί. καὶ “μετὰ δακρύων παρεκάλουν τοὺς ἀδελφοὺς, δεόμενοι “ἵνα ἐκτενεῖς εὐχαὶ γίνωνται πρὸς τὸ τελειωθῆναι “αὐτούς.