Ancient Greek · ~2 min
ΛΟΓΟΣ Β., Chapter 2
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 2.4-2
Not analysed yet
ταῦτα Τερ- τυλλιανὸς, τοὺς ῾Ρωμαίων νόμους ἠκριβωκὼς ἀνὴρ, τά τε ἄλλα ἔνδοξος καὶ τῶν μάλιστα ἐπὶ ῾Ρώμης λαμπρῶν, ἐν τῇ γραφείσῃ μὲν αὐτῷ τῇ ῾Ρωμαίων φωνῇ, μεταβληθείσῃ δὲ καὶ ἐπὶ τὴν Ἑλλάδα γλῶτταν ὑπὲρ Χριστιανῶν ἀπολογίᾳ τίθησι κατὰ λέξιν τοῦτον ἱστορῶν τὸν τρόπον “ἔνα δὲ καὶ ἐκ τῆς γενέσεως διαλεχθῶμεν τῶν τοιούτων νόμων, παλαιὸν ἦν δόγμα μηδένα θεὸν ὑπὸ βασιλέως καθιεροῦσθαι, πρὶν ὑπὸ τῆς συγκλήτου δοκιμασθῆναι. Μάρκος Αἰμίλιος οὕτως περί τινος εἰδώλου πεποίηκεν Ἀλβούρνου. καὶ τοῦτο ὑπὲρ τοὐ ἡμῶν λόγου πεποίηται, ὅτι παρ’ ὑμῖν ἀνθρωπείᾳ δοκιμῇ ἡ θεότης δίδοται.