Ancient Greek · ~2 min
ΛΟΓΟΣ Ε., Chapter 2
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 2.5-3
Not analysed yet
καὶ αὖθις “μετὰ βραχέα φασίν “ἐταπείνουν ἑαυτοὺς ὑπὸ τὴν “κραταιὰν χεῖρα, ὑφ’ ἧς ἱκανῶς νῦν εἰσιν ὑψωμένοι. “τότε δὲ πάσι μὲν ἀπελογοῦντο, κατηγόρουν δὲ οὐδενὸς, “ἔλυον μὲν ἅπαντας, ἐδέσμευον δὲ οὐδένα, καὶ “ὑπὲρ τῶν τὰ δεινὰ διατιθέντων ηὔχοντο, καθάπερ “Στέφανος ὁ τέλειος μάρτυς ‘κύριε, μὴ στήσῃς αὐτοῖς “τὴν ἁμαρτίαν ταύτην. · εἰ δ’ ὑπὲρ ἰῶν λιθαζόντων “ἐδέετο, πόσῳ μᾶλλον ὑπὲρ τῶν ἀδελφῶν;