# Historia Ecclesiastica 2.6-2-8

Eusebius, Historia Ecclesiastica, 2.6 to 2.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/historia-ecclesiastica/2.6-2

καὶ “αὖθίς φασι μεθ’ ἕτερα οὗτος γὰρ καὶ μέγιστος αὐτοῖς “πρὸς αὐτὸν ὁ πόλεμος έγἐνειο, διὰ τὸ γνήσιον “τῆς ἀγάπης, ἵνα ἀποπνιχθεὶς ὁ θὴρ, οὓς πρότερον “ᾤετο καταπεπωκέναι, ζῶντας ἐξεμέσῃ. οὐ γὰρ ἔλαβον “καύχημα κατὰ τῶν πεπτωκότων, ἀλλ’ ἐν οἷς “ἐπλεόναζον αὐτοὶ, τοῦτο τοῖς ἐνδεεστέροις ἐπήρκουν, “μητρικὰ σπλάγχνα ἔχοντες, καὶ πολλὰ περὶ αὐτῶν “ἐκχέοντες δάκρυα πρὸς τὸν πατέρα. ζωὴν ἠτήσαντο, “καὶ ἔδωκεν αὐτοῖς, ἢν καὶ συνεμερίσαντο “τοῖς πλησίον. κατὰ πάντων νικηφόροι πρὸς θεὸν “ἀπελθόντες, εἰρήνην ἀγαπήσαντες ἀεὶ, καὶ εἰρήνην “ἀεὶ παρεγγυήσαντες, μετ’ ειρηνης ἐχώρησαν πρὸς “θεὸν, μὴ καταλιπόντες πόνον τῇ μητρὶ, μηδὲ στάσιν “καὶ πόλεμον τοῖς ἀδελφοῖς, ἀλλὰ χαρὰν καὶ εἰρήνην “καὶ ὁμόνοιαν καὶ ἀγάπην.” ταῦτα καὶ περὶ τῆς τῶν μακαρίων ἐκείνων πρὸς τοὺς παραπεπτωκότας τῶν ἀδελφῶν στοργῆς ὠφελίμως προσκείσθω, τῆς ἀπανθρώπου καὶ ἀνηλεοῦς ἕνεκα διαθέσεως τῶν μετὰ ταῦτα ἀφειδῶς τοῖς Χριστοῦ μέλεσι προσενηνεγμένων.

---

Eusebius, Historia Ecclesiastica, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg002.local002/.
