Ancient Greek · ~4 min
2.9 to 2.12
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 2.9-2-12
Not analysed yet
οὐκ ἀπροαιρέτως δὲ ταῦτα ἐγίνετο τῷ παιδὶ, ἀλλὰ καὶ ἄγαν προθυμότατα περὶ ταῦτα πονοῦντι, ὡς μηδ’ ἐξαρκεῖν αὐτῷ τὰς ἁπλᾶς καὶ προχείρους τῶν ἱερῶν λόγων ἐντεύξεις, ζητεῖν δέ τι πλέον καὶ βαθυτέρας ἤδη ἐξ ἐκείνου πολυπραγμονεῖν θεωρίας, ὥστε καὶ πράγματα παρέχειν τῷ πατρὶ τί ἄρα ἐθέλοι δηλοῦν τὸ τῆς θεοπνεύστου γραφῆς ἀναπυνθανόμενος βού- λῆμα. ἐκεῖνος δὲ τῷ μὲν δοκεῖν εἰς πρόσωποι ἐπέπληττεν αὐτῷ, μηδὲν ὑπὲρ ἡλικίαν μηδὲ τῆς πρὸ φανοὺς διανοίας περαιτέρω τι ζητεῖν παραινῶν, ἰδίως δὲ παρ’ ἑαυτῷ τὰ μεγάλα γεγηθὼς τὴν μεγίστη ὡμολόγει τῷ πάντων ἀγαθῶν αἰτίῳ θεῷ χάριν, ὅτι δὴ αὐτὸν τοιούτου πατέρα γενέσθαι παιδὸς ἠξίωσεν. ἐπιστάντα δὲ ἤδη πολλάκις καθεύδοντι τῷ παιδὶ γυμνῶσαι μὲν αὐτοῦ τὰ στέρνα φασὶν, ὥσπερ δὲ θεῖο πνεύματος ἔνδον ἐν αὐτοῖς ἀφιερωμένου, φιλῆσαί τ’ σεβασμίως καὶ τῆς εὐτεκνίας μακάριον ἑαυτὸν ἡγήσασθαι. ταῦτα καὶ ἕτερα τούτοις συγγενῆ περὶ παῖδ’ ὄντα τὸν Ὠριγένην γενέσθαι μνημονεύουσιν. ὡς δὲ ἤδη αὐτῷ ὁ πατὴρ μαρτυρίῳ τετελείωτο, ἔρημος ἅμα μητρὶ καὶ βραχυτέροις ἀδελφοῖς τὸν ἀριθμὸν ἕξ, ἑπτακαιδέκατον οὐ πλῆρες ἰτὸς ἄγων, καταλείπεται.