Ancient Greek · ~2 min
ΛΟΓΟΣ Ε., Chapter 20
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 20.2-2
Not analysed yet
ἔνθα πρὸς τῷ τοῦ συγγράμματος τέλει χαριεστάτην αὐτοῦ σημείωσιν εὑρόντες ἀναγκαίως καὶ ταύτην τῇδε καταλέξομεν τῇ γραφῇ, τοῦτον ἔχουσαν τὸν τρόπον “ὁρκίζω σε τὸν μεταγραψόμενον τὸ βιβλίον τοῦτο κατὰ τοὐ κυρίου “ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ κατὰ τῆς ἐνδόξου παρου- “σίας αὐτοῦ, ἧς ἔρχεται κρῖναι ζῶντας καὶ νεκροὺς, “ἵνα ἀντιβάλῃς ὃ μετεγράψω, καὶ κατορθώσῃς αὐτὸ “πρὸς τὸ ἀντίγραφον τοῦτο, ὅθεν μετεγράψω, ἐπιμε- “λῶς· καὶ τὸν ὅρκον τοῦτον ὁμοίως μεταγράψεις καὶ “θήσεις ἐν τῷ ἀντιγράφῳ.”