Ancient Greek · ~2 min
ΛΟΓΟΣ Β., Chapter 21
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 21.1
Not analysed yet
[Nic. H. E. II, 26] Ἑξῆς δὲ τούτοις ἐπιφέρει μεθ’ ἕτερα λέγων μείζονι δὲ τούτων πληγῇ Ἰουδαίους ἐκάκωσεν ὁ Αἰγύπτιος ψευδοπροφήτης. παραγενόμενος γὰρ εἰς τὴν χώραν ἄνθρωπος γόης ,καὶ “προφήτου πίστιν ἐπιθεὶς ἑαυτῷ, περὶ τρισμυρίους μὲν ἀθροίζει τῶν ἠπατημένων ,περιαγαγὼν δ’ αὐτοὺς ἐκ τῆς ἐρημίας εἰς τὸ ἐλαιῶν καλούμενον ὅρος ἐκεῖθεν οἶός τε ἦν εἰς Ἱεροσόλυμα παρελθεῖν βιάζεσθαι, καὶ κρατήσας τῆς τε Ῥωμαϊκῆς φρουρᾶς καὶ τοῦ δήμου τυραννεῖν ,χρώμενος τοῖς συνεισπεσοῦσι “δορυφόροις.