Ancient Greek · ~5 min
22.1 to 22.4
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 22.1-3-4
Not analysed yet
[Nic. H. E. IV, 7] Ὁ μὲν οὖν Ἡγήσιππος ἐν πέντε τοῖς εἰς ἡμᾶς ἐλθοῦσιν ὑπομνήμασι τῆς ἰδίας γνώμης πληρεστάτην μνήμην καταλέλοιπεν, ἐν οἷς δηλοῖ ὡς πλείστοις ἐπισκόποις συμμίξειεν, ἀποδημίαν στειλάμενος μέχρι ῾Ρώμης, καὶ ὡς ὅτι τὴν αὐτὴν παρὰ πάντων παρείληφε διδασκαλίαν. ἀκοῦσαί γέ τοι πάρεστι μετά τινα περὶ τῆς Κλήμεντος πρὸς Κορινθίους ἐπιστολῆς αὐτῷ εἰρημένα ἐπιλέγοντος ταῦτα “καὶ ἐπέμενεν ἡ ἐκκλησία ἡ Κορινθίων ἐν τῷ “ὀρθῷ λόγῳ μέχρι Πρίμου ἐπισκοπεύοντος ἐν Κο- “ρίνθῳ· οἷς συνέμιξα πλέων εἰς ῾Ρώμην, καὶ συνδιέ- “τριψα τοῖς Κορινθίοις ἡμέρας ἱκανὰς, ἐν αἷς συνα- “νεπάημεν τῷ ὀρθῷ λόγῳ. γενόμενος δὲ ἐν ῾Ρώμῃ “διαδοχὴν ἐποιησάμην μέχρις Ἀνικήτου, οὗ διάκονος “ἦν Ἐλεύθερος. καὶ παρὰ Ἀνικήτου διαδέχεται Σωτὴρ, μεθ’ ὃν Ελεύθερος. ἐν ἑκάστῃ δὲ διαδοχῇ καὶ ἐν ἑκάστῃ πόλει οὕτως ἔχει ὡς ὁ νόμος κηρύσσει καὶ οἱ προφῆται καὶ ὁ κύριος.” ὁ δ’ αὐτὸς καὶ τῶν κατ’ αὐτὸν αἱρέσεων τὰς ἀρχὰς ὑποτίθεται διὰ τούτων “καὶ μετὰ τὸ μαρτυρῆσαι Ἱάκωβον τὸν δίκαιον ῾ὡς καὶ ὁ κύριος ἐπὶ τῷ αὐτῷ λόγῳ, πάλιν ὁ ἐκ θείου αὐτοῦ Συμεὼν ὁ τοῦ Κλωπᾶ καθίσταται ἐπίσκοπος, ὃν προέθεντο πάντες ὄντα ἀνεψιὸν τοῦ κυρίου δεύ- ’τερον. διὰ τοῦτο ἐκάλουν τὴν ἐκκλησίαν παρθένον· οὔπω γὰρ ἔφθαρτο ἀκοαῖς ματαίαις.