Ancient Greek · ~6 min
23.1 to 23.6
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 23.1-2-6
Not analysed yet
[Nic. H. E. III, 11 H, 42] Ἐπὶ τούτοις κατὰ τὴν Ἀσίαν ἔτι τῷ βίῳ περιλειπόμενος αὐτὸς ἐκεῖνος, ὃν ἠγάπα ὁ Ἰησοῦς, ἀπόστολος ὁμοῦ καὶ εὐαγγελιστὴς Ἰωάννης τὰς αὐτόθι διεῖπεν ἐκκλησίας, ἀπὸ τῆς κατὰ τὴν νῆσον μετὰ τὴν Δομετιανοῦ τελευτὴν ἐπανελθὼν φυγῆς. ὅτι δὲ εἰς τούτους ἔτι τῷ βίῳ περιῆν ἀπόχρη διὰ δύο πιστώσασθαι τὸν λόγον μαρτύρων. πιστοὶ δ’ ἂν εἶεν οὗτοι, τῆς πρεσβεύσαντες ὀρθοδοξίας, εἰ δὴ τοιοῦτοι Εἰρηναῖος καὶ Κλήμης ὁ Ἀλεξανδρεύς. ὧν ὁ μὲν πρότερος ἐν δευτέρῳ τῶν πρὸς τὰς αἱρέσεις ὡδέ πως γράφει κατὰ λέξιν “καὶ πάντες δὲ οἱ πρεσβύτεροι “μαρτυροῦσιν, οἱ κατὰ τὴν Ἀσίαν Ἰωάννῃ τῷ τοῦ “κυρίου μαθητῇ συμβεβληκότες, παραδεδωκέναι τὸν “Ἰωάννην. παρέμεινε γὰρ αὐτοῖς μέχρι τῶν τραϊα- “νοῦ χρόνων.” καὶ έν τρίτῳ δὲ τῆς αὐτῆς ὑπο- θέσεως ταὐτὸ τοῦτο δηλοῖ διὰ τούτων “ἀλλὰ καὶ ἡ “ἐν Ἐφέσῳ ἐκκλησία ὑπὸ Παύλου μὲν τεθεμελιωμένη, “Ἰωάννου δὲ παραμείναντος αὐτοῖς μέχρι τῶν Τραϊ- “ανοῦ χρόνων, μάρτυς ἀληθής ἐστι τῆς τῶν ἀπο- “στόλων παραδόσεως.” ὁ δὲ Κλήμης ὁμοῦ καὶ τὸν χρόνον ἐπισημηνάμενος καὶ ἱστορίαν ἀναγκαιοτάτην οἷς τὰ καλὰ καὶ ἐπωφελῆ φίλον ἀκούειν προστίθησιν ἐν ᾧ “τίς ὁ σωζόμενος πλούσιος” ἐπέγραψεν αὐτοῦ συγγράμματι. λαβὼν δὲ ἀνάγνωθι ὧδέ πως ἔχουσαν καὶ αὐτοῦ τὴν γραφήν “ἄκουσον μῦθον οὐ μῦθον, ἀλλὰ ὄντα λόγον, περὶ Ἰωάννου τοὐ ἀποστόλου στόλου παραδεδομένον καὶ μνήμῃ πεφυλαγμένον. ἐπειδὴ γὰρ τοῦ τυράννου τελευτήσαντος ἀπὸ τῆς Πάτμου τῆς νήσου μετῆλθεν ἐπὶ τὴν Ἔφεσον, ἀπῄει παρακαλούμενος καὶ ἐπὶ τὰ πλησιόχωρα τῶν ἐθνῶν, ὅπου μὲν ἐπισκόπους καταστήσων, ὅπου δὲ ὅλας ἐκκλησίας ἁρμόσων, ὅπου δὲ κλήρῳ ἔνα γέ τινα κληρώσων τῶν ὑπὸ τοῦ πνεύματος σημαινομένων.