Ancient Greek · ~4 min
23.11 to 23.13
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 23.11-2-13
Not analysed yet
ἐν αὐτῇ δὲ ταύτῃ καὶ τῆς Κλήμεντος πρὸς Κορινθίους μέμνηται ἐπιστολῆς, δηλῶν ἀνέκαθεν ἐξ ἀρχαίου ἔθους ἐπὶ τῆς ἐκκλησίας τὴν ἀνάγνωσιν αὐτῆς ποιεῖσθαι. λέγει γοῦν “τὴν “σήμερον οὖν κυριακὴν ἁγίαν ἡμέραν διηγάγομεν, “ἐν ᾗ ἀνέγνωμεν ὑμῶν τὴν ἐπιστολὴν, ἣν ἕξομεν “ἀεί ποτε ἀναγινώσκοντες νουθετετῖσθαι, ὡς καὶ τὴν “προτέραν ἡμῖν διὰ Κλήμεντος γραφεῖσαν.” ἔτι δὲ ὁ αὐτὸς καὶ περὶ τῶν ἰδίων ἐπιστολῶν ὡς ῥᾳδιουργηθεισῶν ταῦτά φησιν “ἐπιστολὰς γὰρ ἀδελφῶν ἀξιω- ‘σάντων με γράψαι ἔγραψα. καὶ ταύτας οἱ τοῦ δια- ῾βόλου ἀπόστολοι ζιζανίων γεγέμικαν ,ἃ μὲν ἐξαι- ‘ροῦντες, ἃ δὲ προστιθέντες. οἷς τὸ οὐαὶ κεῖται. οὐ θαυμαστὸν ἄρα εἰ καὶ τῶν κυριακῶν ῥᾳδιουργῆσαί ‘τινες ἐπιβέβληνται γραφῶν, ὁπότε καὶ ταῖς οὐ τοι- ῾αύταις ἐπιβεβουλεύκασι.” καὶ ἄλλη δέ τις παρὰ ταύτας ἐπιστολὴ τοῦ Διονυσίου φέρεται, Χρυσοφόρᾳ πιστοτάτῃ ἀδελφῇ ἐπιστείλαντος, ᾗ τὰ κατάλληλα γράφων τῆς προσηκούσης καὶ αὐτῇ μετεδίδου λογικῆς τροφῆς. καὶ τὰ μὲν τοῦ Διονυσίου τοσαῦτα.