Ancient Greek · ~3 min
23.22 to 23.23
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 23.22-23
Not analysed yet
ἅτε δὴ οὖν τοιοῦτος ὢν “ὁ Ἄνανος, νομίσας ἔχειν καιρὸν ἐπιτήδειον ,διὰ τὸ “τεθνάναι μὲν Φῆστον, Ἀλβῖνον δὲ ἔτι κατὰ τὴν ὁδὸν “ὑπάρχειν, καθίζει συνέδριον κριτῶν, καὶ παραγαγὼν “εἰς αὐτὸ τὸν ἀδελφὸν Ἰησοῦ τοῦ Χριστοῦ λεγομένου, “Ἰάκωβος ὄνομα αὐτῷ, καί τινας ἑτέρους ,ὡς παρανο- “μησάντων κατηγορίαν ποιησάμενος παρέδωκε λευ- “σθησομένους. ὅσοι δὲ ἐδόκουν ἐπιεικέστατοι τῶν “κατὰ τὴν πόλιν εἶναι καὶ τὰ περὶ τοὺς νόμους ἀκρι- “βεῖς, βαρέως ἤνεγκαν ἐπὶ τούτῳ, καὶ πέμπουσι πρὸς “τὸν βασιλέα κρύφα, παρακαλοῦντες αὐτὸν ἐπιστ εἶλαι “τῷ Ἀνάνῳ μηκέτι τοιαῦτα πράσσειν· μηδὲ γὰρ τὸ “πρῶτον ὀρθῶς αὐτὸν πεποιηκέναι.