Ancient Greek · ~2 min
ΛΟΓΟΣ Δ., Chapter 23
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 23.8-2
Not analysed yet
πρὸς ἣν ὁ Πινυτὸς ἀντιγράφων θαυμάζει μὲν καὶ ἀποδέχεται τὸν Διονύσιον, ἀντιπαρακαλεῖ δὲ στερροτέρας ἤδη ποτὲ μεταδιδόναι τροφῆς ,τελειοτέροις γράμμασιν εἰσαῦθις τὸν ὑπ’ αὐτῷ λαὸν ὑποθρέψαντα, ὡς μὴ διὰ τέλους τοῖς γαλακτώδεσιν ἐνδιατρίβοντες λόγοις τῇ νηπιώδει ἀγωγῇ λάθοιεν καταγηράσαντες. δι’ ἧς ἐπιστολῆς καὶ ἡ τοῦ Πινυτοῦ περὶ τὴν πίστιν ὀρθοδοξία τε καὶ φροντὶς τῆς τῶν ὑπηκόων ὠφελείας, τό τε λόγιον καὶ ἡ περὶ τὰ θεῖα σύνεσις ὡς δι’ ἀκριβεστάτης ἀναδείκνυται εἰκόνος.