Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ., Chapter 24
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 24.13
Not analysed yet
οἷς καὶ ἐπιστήσαντι οὐκέτι ἂν δόξα διαφωνεῖν ἀλλήλοις τὰ εὐαγγέλια, τῷ τὸ μὲν κα Ἰωάννην τὰ πρῶτα τῶν τοῦ Χριστοῦ πράξεων περιε χειν, τὰ δὲ λοιπὰ τὴν ἐπὶ τέλει τοῦ χρόνου αὐτῷ γε γενημένην ἱστορίαν· εἰκότως δ’ οὖν τὴν μὲν τη σαρκὸς τοῦ σωτῆρος ἡμῶν γενεαλογίαν, ἅτε Ματθαίῳ καὶ Λουκᾷ προγραφεῖσαν, ἀποσιωπῆσαι τὸν Ἰωάη νῆν, τῆς δὲ θεολογίας ἀπάρξασθαι, ὡσὰν αὐτῷ πρὸς τοῦ θείου πνεύματος οἱα κρείττονι παραπεφυλαγμένης.