Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ., Chapter 24
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 24.15
Not analysed yet
ὁ δὲ Λουκᾶς ἀρχόμενος καὶ αὐτὸς τοῦ κατ’ αὐτὸν συγγράμματος τὴν αἰτίαν προύθηκε, δι ἣν πεποίηται τὴν σύνταξιν, δηλῶν ὡς ἄρα πολλῶν καὶ ἄλλων προπετέστερον ἐπιτετηδευκότων διήγησιν ποιήσασθαι ὧν αὐτὸς πεπληροφόρητο λόγων, ἀναγκαίως ἀπαλλάττων ἡμὰς τῆς περὶ τοὺς ἄλλους ἀμφηρίστου ὑπολήψεως τὸν ἀσφαλῆ λόγον ὣν αὐτὸς ἱκανῶς τὴν ἀλήθειαν κατειλήφει, ἐκ τῆς ἅμα Παύλῳ συνουσίας τε καὶ διατριβῆς καὶ τῆς τῶν λοιπῶν ἀποστόλων ὁμιλίας ὠφελημένος, διὰ τοῦ ἰδίου παρέδωκεν εὐαγγελίου.