Ancient Greek · ~2 min
24.3 to 24.5
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 24.3-2-5
Not analysed yet
ἔτι δὲ καὶ Ἰωάννης ὁ “ἐπὶ τὸ στῆθος τοῦ κυρίου ἀναπεσὼν, ὃς ἐγενήθη “ἱερεὺς τὸ πέταλον πεφορηκὼς, καὶ μάρτυς καὶ διδά- “σκαλος· οὗτος ἐν Ἐφέσῳ κεκοίμηται· ἔτι δὲ καὶ “Πολύκαρπος ὁ ἐν Σμύρνῃ καὶ ἐπίσκοπος καὶ μάρτυς, “καὶ Θρασέας ἐπίσκοπος καὶ μάρτυς ἀπὸ ‘ὃς ἐν Σμύρνῃ κεκοίμηται. τί δὲ δεῖ λέγειν Σά- “γαριν ἐπίσκοπον καὶ μάρτυρα, ὃς ἐν Λαοδικείᾳ κε- “κοίμηται, ἔτι δὲ καὶ Παπίριον τὸν μακάριον, καὶ “Μελίτωνα τὸν εὐνοῦχον, τὸν ἐν ἁγίῳ πνεύματι “πάντα πολιτευσάμενον, ὃς κεῖται ἐν Σάρδεσι περι- “μένων τὴν ἀπὸ τῶν οὐρανῶν ἐπισκοπὴν, ἐν ᾗ ἐκ “νεκρῶν ἀναστήσεται.