Ancient Greek · ~7 min
24.7 to 24.12
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 24.7-2-12
Not analysed yet
ἐγὼ οὖν, ἀδελφοὶ, ἐξήκοντα πέντε ἔτη ἔχων ἐν “κυρίῳ, καὶ συμβεβληκὼς τοῖς ἀπὸ τῆς οἰκουμένης ἀδελφοῖς, καὶ πᾶσαν ἁγίαν γραφὴν διεληλυθὼς, οὐ “πτύρομαι ἐπὶ τοῖς καταπλησσομένοις. οἱ γὰρ ἐμοῦ μείζονες εἰρήκασι πειθαρχεῖν δεῖ θεῷ μᾶλλον ἢ “ἀνθρώποις” τούτοις ἐπιφέρει περὶ πάντων γράφων τῶν συμπαρόντων αὐτῷ καὶ ὁμοδοξούντων ἐπισκόπων ταῦτα λέγων “ἐδυνάμην δὲ τῶν ἐπισκόπων “τῶν συμπαρόντων μνημονεῦσαι, οὓς ὑμεῖς ἠξιώσατε “μετακληθῆναι ὑέ ἐμοῦ, καὶ μετεκαλεσάμην· ὧν τὰ “ἀνόματα ἐὰν γράφω, πολλὰ πλήθη εἰσίν. οἱ δὲ “ἰδόντες τὸν μικρόν μου ἄνθρωπον συνηυδόκησαν “τῇ ἐπιστολῇ, εἰδότες ὅτι εἰκῆ πολιὰς οὐκ ἤνεγκα, “ἀλλὰ ἐν κυρίῳ Ἰησοῦ πάντοτε πεπολίτευμαι.” ἐπὶ τούτοις ὁ μὲν τῆς ῾Ρωμαίων προεστὼς Βίκτωρ ἀθρόως τῆς Ἀσίας πάσης ἅμα ταῖς ὁμόροις ἐκκλησίαις τὰς παροικίας ἀποτέμνειν, ὡσὰν ἑτεροδοξούσας, τῆς κοινῆς ἑνώσεως πειρᾶται, καὶ στηλιτεύει γε διὰ γραμμάτων, ἀκοινωνήτους πάντας ἄρδην τοὺς ἐκεῖσε ἀνακηρύττων ἀδελφούς. ἀλλ᾿ οὐ πᾶσί γε τοῖς ἐπισκόποις ταὐτ᾿ ἠρέσκετο. ἀντιπαρακελεύονται δῆτα αὐτῷ τὰ τῆς εἰρήνης καὶ τῆς πρὸς τοὺς πλησίον ἑνώσεως τε καὶ ἀγάπης φρονεῖν. φέρονται δὲ καὶ αἱ τούτων φωναὶ, πληκτικώτερον καθαπτομένων τοῦ Βίκτορος. ἐν οἷς καὶ ὁ Εἰρηναῖος ἐκ προσώπου ὧν ἡγεῖτο κατὰ τὴν Γαλλίαν ἀδελφῶν ἐπιστείλας παρίσταται μὲν τῷ δεῖν ἐν μόνῃ τῇ τῆς κυριακῆς ἡμέρᾳ τὸ τῆς τοῦ κυρίου ἀναστάσεως ἐπιτελεῖσθαι μυστήριον, τῷ γε μὴν Βίκτορι προσηκόντως, ὡς μὴ ἀποκόπτοι ὅλας ἐκκλησίας θεοῦ, ἀρχαίου ἔθους παράδοσιν ἐπιτηρούσας, πλεῖστα ἕτερα παραινεῖ, καὶ αὐτοῖς ῥήμασι τάδε ἐπιλέγων “οὐδὲ γὰρ μόνον “περὶ τῆς ἡμέρας ἐστὶν ἡ ἀμφισβήτησις, ἀλλὰ καὶ “περὶ τοῦ εἴδους αὐτοῦ τῆς νηστείας. οἱ μὲν γὰρ “οἴονται μίαν ἡμέραν δεῖν αὐτοὺς νηστεύειν, οἱ δὲ “δύο, οἱ δὲ καὶ πλείονας· οἱ δὲ τεσσαράκοντα ὥρας “ἡμερινάς τε καὶ νυκτερινὰς συμμετροῦσι τὴν ἡμέραν “αὐτῶν.