Ancient Greek · ~5 min
25.22 to 25.27
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 25.22-27
Not analysed yet
ἀλ- “λοιοτάτη δὲ καὶ ξένη παρὰ ταῦτα ἡ Ἀποκάλυψις, “μήτε ἐφαπτομένη μήτε γειτνιῶσα τούτων μηδενὶ, “σχεδὸν ὡς εἰπεῖν μηδὲ συλλαβὴν πρὸς αὐτὰ κοινὴν “ἔχουσα. ἀλλ’ οὐδὲ μνήμην τινὰ οὐδὲ ἔννοιαν “οὔτε ἡ ἐπιστολὴ τῆς Ἀποκαλύψεως ἔχει ἐῶ γὰρ τὸ “εὐαγγέλιον), οὔτε τῆς ἐπιστολῆς ἡ Ἀποκάλυψις, “Παύλου διὰ τῶν ἐπιστολῶν ὑποφήναντός τι καὶ “περὶ τῶν ἀποκαλύψεων αὐτοῦ, ἃς οὐκ ἐνέγραψε “καθ᾿ αὑτάς. ἔτι δὲ καὶ τῆς φράσεως τὴν δια- “φορὰν ἔστι τεκμήρασθαι τοῦ εὐαγγελίου καὶ τῆς “ἐπιστολῆς πρὸς τὴν Ἀποκάλυψιν. τὰ μὲν γὰρ “οὐ μόνον ἀπταίστως κατὰ τὴν τῶν Ἑλλήνων φωνὴν, “ἀλλὰ καὶ λογιώτατα ταῖς λέξεσι, τοῖς συλλογισμοῖς, “ταῖς συντάξεσι τῆς ἑρμηνείας γέγραπται. πολλοῦ “γε δεῖ βάρβαρόν τινα φθόγγον ἢ σολοικισμὸν ἢ “ὅλως ἰδιωτισμὸν ἐν αὐτοῖς εὑρεθῆναι. ἑκάτερον ‘γὰρ εἶχεν, ὡς ἔοικε, τὸν λόγον, ἀμφοτέρους αὐτῷ “χαρισαμένου τοῦ κυρίου, τόν τε τῆς γνώσεως, τόν “τε τῆς φράσεως. τοῦτον δὲ ἀποκάλυψιν μὲν “ἑωρακέναι, καὶ γνῶσιν εἰληφέναι καὶ προφητείαν, οὐκ ἀντερῶ, διάλεκτον μέντοι καὶ γλῶτταν οὐκ ἀκριβῶς ἑλληνίζουσαν αὐτοῦ βλέπω, ἀλλ’ ἰδιώ- ῾μασί τε βαρβαρικοῖς χρώμενον, καί που καὶ σολοι- “κίζοντα. ἅπερ οὐκ ἀναγκαῖον νῦν ἐκλέγειν· “οὐδὲ γὰρ ἐπισκώπτων, μή τις νομίσῃ, ταῦτα εἷ- ‘πον, ἀλλὰ μόνον τὴν ἀνομοιότητα διευθύνων τῶν γράφων.