Ancient Greek · ~2 min
ΛΟΓΟΣ Β., Chapter 26
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 26.2
Not analysed yet
εἶτα δὲ καὶ καθ’ ὅλην τὴν Συρίαν ἐπὶ τῇ τῶν Ἰουδαίων ἀποστάσει δεινήν φησι κατειληφέναι ταραχὴν ,πανταχόσε τῶν ἀπὸ τοῦ ἔθνους πρὸς τῶν κατὰ πόλιν ἐνοίκων ὡσὰν πολεμίων ἀνηλεῶς πορθουμένων ,ὥστε ὁρᾶν τὰς πόλεις μεστὰς ἀτάφων σωμάτων, καὶ νεκροὺς ἅμα νηπίοις γέροντας ἐρριμμένους ,γύναιά τε μηδὲ τῆς ἐπ’ αἰδοῖ σκέπης μετειληφότα, καὶ πᾶσαν μὲν τὴν ἐπάρχιον μεστὴν ἀδιηγήτων συμφορῶν ,μείζονα δὲ τῶν ἑκάστοτε τολμωμένων τὴν ἐπὶ τοῖς ἀπειλουμένοις ἀνά- τασιν. ταῦτα κατὰ λέξιν ὁ Ἰώσηπος. καὶ τὰ μὲν κατὰ Ἰουδαίους ἐν τούτοις ἦν.