Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ., Chapter 26
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 26.3
Not analysed yet
καὶ ὁ Ἰουστῖνος δὲ κατὰ τὸ αὐτὸ τοῦ Σίμωνος μνημονεύσας καὶ τὴν περὶ τούτου διήγησιν ἐπιφέρει, λέγων “Μένανδρον δέ τινα καὶ αὐτὸν Σαμαρέα, τὸν ἀπὸ “κώμης Καππαραττέας, γενόμενον μαθητὴν τοῦ Σί- ‘μωνος, οἰστρηθέντα καὶ αὐτὸν ὑπὸ τῶν δαιμόνων “καὶ ἐν Ἀντιοχείᾳ γενόμενον πολλοὺς ἐξαπατῆσαι “διὰ μαγικῆς τέχνης οἴδαμεν, ὃς καὶ τοὺς αὐτῷ ἑπο- “μένους ὧς μὴ ἀποθνήσκοιεν ἔπεισεν. καὶ νῦν “τινές εἰσιν ἀπ’ ἐκείνου τοῦτο ὁμολογοῦντες.”