Ancient Greek · ~3 min
26.3 to 26.5
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 26.3-2-5
Not analysed yet
ἐν μὲν οὖν τοῖς περὶ τοῦ πάσχα τὸν χρόνον, καθ᾿ ὃν συνέταττεν, ἀρχόμενος σημαίνει ἐν τούτοις “ἐπὶ Σερουιλίου Παύλου ἀνθυ- “πάτου τῆς Ἀσίας, ᾧ Σάγαρις καιρῷ ἐμαρτύρησεν, “ἐγένετο ζήτησις πολλὴ ἐν Λαοδικείᾳ περὶ τοῦ πάσχα, “ἐμπεσόντος κατὰ καιρὸν ἐν ἐκείναις ταῖς ἡμέραις, καὶ “ἐγράφη ταῦτα.” τούτου δὲ τοῦ λόγου μέμνηται Κλήμης ὁ Ἀλεξανδρεὺς ἐν ἰδίῳ περὶ τοῦ πάσχα λόγῳ, ὃν ὡς ἐξ αἰτίας τῆς τοῦ Μελίτωνος γραφῆς φησὶν ἑαυτὸν συντάξαι. ἐν δὲ τῷ πρὸς τὸν αὐτοκράτορα βιβλίῳ τοιαῦτά τινα καθ᾿ ἡμῶν ἐπ᾿ αὐτοῦ γεγονέναι ἱστορεῖ “τὸ γὰρ οὐδεπώποτε γενόμενον, νῦν διώκεται τὸ τῶν θεοσεβῶν γένος, καινοῖς ἐλαυνόμενον δόγμασι κατὰ τὴν Ἀσίαν. οἱ γὰρ ἀναιδεῖς συκοφάνται καὶ τῶν ἀλλοτρίων ἐρασταὶ, τὴν ἐκ τῶν διαταγμάτων ἔχοντες ἀφορμὴν ,φανερῶς λῃστεύουσι, νύκτωρ καὶ μεθ’ ἡμέραν διαρπάζοντες τοὺς μηδὲν ἀδικοῦντας.”