Ancient Greek · ~5 min
28.14 to 28.17
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 28.14-17
Not analysed yet
καταλιπόντες “δὲ τὰς ἁγίας τοῦ θεοῦ γραφὰς γεωμετρίαν ἐπιτη- “δεύουσιν, ὡσὰν ἐκ τῆς γῆς ὄντες καὶ ἐκ τῆς γῆς “λαλοῦντες, καὶ τὸν ἄνωθεν ἐρχόμενον ἀγνοοῦντες. “Εὐκλείδης γοῦν παρά τισιν αὐτῶν φιλοπόνως γεω- “μετρεῖται, Ἀριστοτέλης δὲ καὶ Θεόφραστος θαυμά- “ζονται, Γαληνὸς γὰρ ἴσως ὑπό τινων καὶ προσκυ- “νεῖται. οἱ δὲ ταῖς τῶν ἀπίστων τέχναις εἰς τὴν “τῆς αἱρέσεως αὐτῶν γνώμην ἀποχρώμενοι, καὶ τῇ “τῶν ἀθέων πανουργίᾳ τὴν ἁπλῆν τῶν θείων γρα- “φῶν πίστιν καπηλεύοντες, ὅτι μηδὲ ἐγγὺς πίστεως “ὑπάρχουσι, τί δεῖ καὶ λέγειν; διὰ τοῦτο ταῖς θείαις “γραφαῖς ἀφόβως ἐπέβαλον τὰς χεῖρας, λέγοντες αὐ- “τὰς διωρθωκέναι. καὶ ὅτι τοῦτο μὴ καταψευδό- “μενος αὐτῶν λέγω ὁ βούλομενος δύναται μαθεῖν. “εἰ γάρ τις θελήσει συγκομίσας αὐτῶν ἑκάστου τὰ “ἀντίγραφα ἐξετάζειν πρὸς ἄλληλα, κατὰ πολὺ ἂν “εὕροι διαφωνοῦντα. ἀσύμφωνα γοῦν ἔσται τὰ Ασκλη- ‘πιάδου τοῖς Θεοδότου. πολλῶν δὲ ἔστιν εὐπο- “ρῆσαι, διὰ τὸ φιλοτίμως ἐγγεγράφθαι τοὺς μαθητὰς “αὐτῶν τὰ ὑφ’ ἑκάστου αὐτῶν, ὡς αὐτοὶ καλοῦσι, ‘κατωρθωμένα, τουτ’ έστιν ἠφανισμένα. πάλιν δὲ τούτοις τὰ Ἑρμοφίλου οὐ συνᾴδει. τὰ γὰρ Ἀπολλωνί- ‘δου οὐδὲ αὐτὰ ἑαυτοῖς ἐστι σύμφωνα. ἔνεστι συγκρῖναι τὰ πρότερον ὑπ’ αὐτῶν κατασκευασθέντα “τοῖς ὕστερον πάλιν ἐπιδιαστραφεῖσι, καὶ εὑρεῖν “πολὺ ἀπᾴδοντα.