Ancient Greek · ~3 min
28.3 to 28.5
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 28.3-5
Not analysed yet
καὶ Διονύσιος δὲ ὁ τῆς κατ᾿ Ἁλεξάνδρειαν παροικίας καθ᾿ ἡμᾶς τὴν ἐπισκοπὴν εἰληχὼς, ἐν δευτέρῳ τῶν ἐπαγγελιῶν περὶ τῆς Ἰωάννου Ἀπο- καλύψεως εἰπών τινα ὡς ἐκ τῆς ἀνέκαθεν παραδόσεως, τοῦ αὐτοῦ μέμνηται ἀνδρὸς τούτοις τοῖς ῥήμασι “Κήρινθον δὲ τὸν καὶ τὴν ἀπ’ ἐκείνου κλη- “θεῖσαν Κηρινθιανὴν αἵρεσιν συστησάμενον ἀξιό- “πιστον ἐπιφημίσαι θελήσαντα τῷ ἑαυτοῦ πλάσματι “ὄνομα. τοῦτο γὰρ εἶναι τῆς διδασκαλίας αὐτοῦ τὸ “δόγμα, ἐπίγειον ἔσεσθαι τὴν τοῦ Χριστοῦ βασιλείαν. “καὶ ὧν αὐτὸς ὠρέγετο φιλοσώματος ὢν καὶ πάνυ “σαρκικὸς, ἐν τούτοις ὀνειροπολεῖν ἔσεσθαι, γαστρὸς “καὶ τῶν ὑπὸ γαστέρα πλησμοναῖς, τουτέστι σιτίοις “καὶ ποτοῖς καὶ γάμοις, καὶ δι’ ὧν εὐφημότερον “ταῦτα ᾠήθη ποριεῖσθαι, ἑορταῖς καὶ θυσίαις καὶ ἱε- “ρείων σθαγαῖς.”