Ancient Greek · ~1 min
ΛΟΓΟΣ Γ., Chapter 29
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 29.1
Not analysed yet
[Nic. H. E. III, 15] Ἐπὶ τούτῳ δῆτα καἲ ἡ λεγομένη τῶν Νικολαϊτῶν αἵρεσις ἐπὶ σμικρότατον συνέστη χρόνον, ἧς δὴ καὶ ἡ τοῦ Ἰωάννου Ἀποκάλυψις μνημονεύει. οὗτοι Νικόλαον ἔνα τῶν ἀμφὶ τὸν Στέφανον διακόνων πρὸς τῶν ἀποστόλων ἐπὶ τῇ τῶν ἐνδεῶν θεραπείᾳ προκεχειρισμένων ηὔχουν. ὅ γε μὴν Ἀλεξανδρεὺς Κλήμης ἐν τρίτῳ στρωματεῖ ταῦτα περὶ αὐτοῦ κατὰ λέξιν ἱστορεῖ