Ancient Greek · ~3 min
3.1 to 3.3
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 3.1-6-3
Not analysed yet
[Nic. Η. E. IV, 4 5] Σχολάζοντι δὲ τῇ διατριβῇ, ὥς που καὶ αὐτὸς ἐγγράφως ἱστορεῖ, μηδενός τε ἐπὶ τῆς Ἀλεξανδρείας τῷ κατηχεῖν ἀνακειμένου, πάντων δὲ ἀπεληλαμένων ὑπὸ τῆς ἀπειλῆς τοῦ διωγμοῦ, προσῄεσαν αὐτῷ τινὲς ἀπὸ τῶν ἐθνῶν ἀκουσόμενοι τὸν λόγον τοῦ θεοῦ. ὧν πρῶτον ἐπισημαίνεται γεγονέναι Πλούταρχον, ὃς μετὰ τὸ βιῶναι καλῶς καὶ μαρτυρίῳ θείῳ κατεκοσμήθη· δεύτερον Ηρακλᾶν τοῦ Πλουτάρχου ἀδελφὸν, ὃς δὴ καὶ αὐτὸς παρ’ αὐτῷ πλείστην βίου φιλοσόφου καὶ ἀσκήσεως ἀπόδειξιν παρασχὼν τῆς Ἀλεξανδρέων μετὰ Δημήτριον τρίον ἐπισκοπῆς ἀξιοῦται. ἔτος δ’ ἦγεν ὀκτωκαιδέκατον, καθ’ ὃ τοῦ τῆς κατηχήσεως προέστη διδασκαλείου. ἐν ᾧ καὶ προκόπτει ἐπὶ τῶν κατὰ Ἀκύλαν τῆς Ἀλεξανδρείας ἡγούμενον διωγμῶν, ὅτε καὶ μάλιστα διαβόητον ἐκτήσατο παρὰ πάσι τοῖς ἀπὸ τῆς πίστεως ὁρμωμένοις ὄνομα, δι’ ἣν ἐνεδείκνυτο πρὸς ἅπαντας τοὺς ἁγίους ἀγνῶτάς τε καὶ γνωρίμους μάρτυρας δεξίωσίν τε καὶ προθυμίαν.