Ancient Greek · ~3 min
3.10 to 3.12
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 3.10-2-12
Not analysed yet
πάντων δὲ μάλιστα τὰς εὐαγγελικὰς τοῦ σωτῆρος φωνὰς φυλακτέας εἶναι ᾤετο δεῖν, τάς τε περὶ τοῦ μὴ δύο χιτῶνας μηδ’ ὑποδήμασι χρῆσθαι παραινούσας, μηδὲ μὴν ταῖς περὶ τοῦ μέλλοντος χρόνου φροντίσι κατατρίβεσθαι. ἀλλὰ καὶ μείζονι τῆς ἡλικίας προθυμίᾳ χρώμενος, ἐν ψύχει καὶ γυμνότητι διακαρτερῶν, εἰς ἄκρον τε ὑπερβαλλούσης] ἀκτημοσύνης ἐλαύνων, τοὺς ἀμφ’ αὐτὸν εἰς τὰ μάλιστα κατέπλησσε, μυρίους μὲν ὅσους λυπῶν εὐχομένους αὐτῷ κοινωνεῖν τῶν ὑπαρχόντων, δι’ οὑς ἑώρων αὐτὸν εἰσφέροντα περὶ τὴν θείαν διδασκαλίαν καμάτους, οὐ μὴν αὐτός γε ἐνδιδοὺς ταῖς καρτερίαις. λέγεται γοῦν καὶ πλειόνων ἐτῶν γῆν πεπατηκέναι, μηδενὶ μηδαμῶς κεχρημένος ὑποδήματι, ἀλλὰ καὶ οἴνου χρήσεως καὶ τῶν ἄλλων παρὰ τὴν ἀναγκαίαν τροφὴν πλείστοις ἔτεσιν ἀπεσχημένος, ὥστε ἤδη εἰς κίνδυνον ἀνατροπῆς καὶ διαφθορᾶς τοῦ θώρακος περιπεσεῖν.