Ancient Greek · ~2 min
ΛΟΓΟΣ Α., Chapter 3
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 3.2
Not analysed yet
σεπτὸν ὡς ἔνι μάλιστα καὶ ἔνδοξον τὸ Χριστοῦ ὄνομα πρῶτος αὐτὸς γνωρίσας Μωυσῆς, τύπους οὐρανίων καὶ σύμβολα μυστηριώδεις τε εἰκόνας ἀκολούθως χρησμῷ φήσαντι αὐτῷ “ὅρα, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὂρει ”παραδιδοὺς, ἀρχιερέα θεοῦ ,ὡς ἐνῆν μάλιστα δυνα- τὸν, ἄνθρωπον ἐπιφημίσας ,τοῦτον Χριστὸν ἀναγορεύει. καὶ ταύτῃ γε τῇ κατὰ τὴν ἀρχιερωσύνην ἀξίᾳ, πᾶσαν ὑπερβαλλούσῃ παρ’ αὐτῷ τὴν ἐν ἀνθρώποις προεδρίαν ,ἐπὶ τιμῇ καὶ δόξῃ τὸ τοῦ Χριστοῦ περιτίθησιν ὄνομα. οὕτως ἄρα τὸν Χριστὸν θεῖόν τι χρῆμα ἠπίστατο.