Ancient Greek · ~2 min
ΛΟΓΟΣ Α., Chapter 3
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 3.4
Not analysed yet
οὐ πρότερον γοῦν τὸν αὐτοῦ διάδοχον τῇ τοῦ Ἰησοῦ κεχρημένον προσηγορίᾳ ,ὀνόματι δὲ ἑτέρῳ τῷ Λύσῃ, ὅπερ οἱ γεννήσαντες αὐτῷ τέθειντο, καλούμενον, Ἰησοῦν αὐτὸς ἀναγορεύει, γέρας ὥσπερ τίμιον παντὸς πολὺ μεῖζον βασιλικοῦ διαδήματος τοὔνομα αὐτῷ δωρούμενος, ὅτι δὴ καὶ αὐτὸς ὁ τοῦ Ναυῆ Ἰησοῦς τοῦ σωτῆρος ἡμῶν τὴν εἰκόνα ἔφερε, τοῦ μόνου μετὰ Μωθσἐα καὶ τὸ συμπέρασμα τῆς δι’ ἐκείνου παραδοθείσης συμβολικῆς λατρείας, τῆς ἀληθοῦς καὶ καθαρωτάτης εὐσεβείας τὴν ἀρχὴν διαδεξαμένου.