Ancient Greek · ~2 min
ΛΟΓΟΣ Δ., Chapter 30
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 30.1-2
Not analysed yet
[Nic. H. E. IV, 11] Ἐπὶ δὲ τῆς αὐτῆς βασιλείας πληθουσῶν τῶν αἱρέσεων ἐπὶ τῆς μέσης τῶν ποταμῶν Βαρδησάνης ,ἱκανώτατός τις ἀνὴρ, ἔν τε τῇ Σύρων φωνῇ διαλεκτικώτατος ,πρὸς τοὺς κατὰ Μαρκίωνα καί τινας ἑτέρους διαφόρων προϊσταμένους δογμάτων διαλόγους συστησάμενος ,τῇ οἰκείᾳ παρέδωκε γλώττῃ τε καὶ γραφῇ, μετὰ καὶ πλείστων ἑτέρων αὐτοῦ συγγραμμάτων· οὓς οἱ γνώριμοι (πλεῖστοι δὲ ἠσαν αὐτῷ δυνατῶς τῷ λόγῳ παρισταμένῳ) ἐπὶ τὴν Ἑλλήνων ἀπὸ τῆς Σύρων μεταβεβλήκασι φωνῆς