Ancient Greek · ~2 min
ΛΟΓΟΣ Ζ., Chapter 30
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 30.2-3
Not analysed yet
“Διονυσίῳ καὶ Μαξίμῳ καὶ τοῖς κατὰ τὴν οἰκουμένην πᾶσι συλλειτουργοῖς ἡμῶν ἐπισκόποις ‘καὶ πρεσβυτέροις καὶ διακόνοις, καὶ πάσῃ τῆ ὑπὸ “τὸν οὐρανὸν καθολικῇ ἐκκλησίᾳ, Ἕλενος καὶ ῾Υμέ- “ναιος καὶ Θεόφιλος καὶ Θεότεκνος καὶ Μάξιμος, Πρόκλος, Νικομᾶς καὶ Αἰλιανὸς καὶ Παῦλος καὶ “Βωλανὸς καὶ Πρωτογενὴς καὶ Ἱέραξ καὶ Εὐτύχιος “καὶ Θεόδωρος καὶ Μαλχίων καὶ Λούκιος, καὶ οἱ λοιποὶ πάντες οἶ σὺν ἡμῖν παροικοῦντες τὰς ἐγγὺς “πόλεις καὶ ἔθνη ἐπίσκοποι καὶ πρεσβύτεροι καὶ διάκονοι καὶ αἱ ἐκκλησίαι τοῦ θεοῦ ἀγαπητοῖς “ἀδελφοῖς ἐν κυρίῳ χαίρειν.