Ancient Greek · ~2 min
30.22 to 30.23
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 30.22-23
Not analysed yet
ἔτεσι γοῦν ἓξ κρατήσαντα τὸν Αὐρηλιανὸν διαδέχεται Πρόβος, καὶ τοῦτον δέ που τοῖς ἴσοις ἐπικατασχόντα Κᾶρος ἅμα παισὶ Καρίνῳ καὶ Νουμεριανῷ· πάλιν τ᾿ αὖ καὶ τούτων οὐδ᾿ ὅλοις τρισὶν ἐνιαυτοῖς διαγενομένων μέτεισι τὰ τῆς ἡγεμονίας εἰς Διοκλητιανὸν καὶ τοὺς μετ’ αὐτὸν εἰσποιηθέντας, ἐφ’ ὧν ὁ καθ’ ἡμᾶς συντελεῖται διωγμός καὶ ἡ κατ’ αὐτὸν τῶν ἐκκλησιῶν καθαίρεσις. ἀλλὰ γὰρ μικρῷ τούτου πρότερον τὸν ἐπὶ Ῥώμης ἐπίσκοπον Διονύσιον ἔτεσιν ἐννέα διελθόντα τὴν λειτουργίαν διαδέχεται Φῆλιξ.