Ancient Greek · ~2 min
ΛΟΓΟΣ Ζ., Chapter 30
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 30.7
Not analysed yet
οὐδ’ ὅτι πρότερον πένης ὢν καὶ πτωχὸς, καὶ μήτε παρὰ πατέρων παραλαβὼν μηδεμίαν εὐπορίαν, μήτε ἐκ τέχνης ἤ τινος ἐπιτηδεύματος κτησάμενος, νῦν εἰς ὑπερβάλλοντα πλοῦτον ἐλήλακεν, ἐξ ἀνομιῶν καὶ ἱεροσυλιῶν καὶ ὧν αἰτεῖ καὶ σείει τοὺς ἀδελφοὺς, καταβραβεύων τοὺς ἀδικουμένους, “καὶ ὑπισχνούμενος βοηθήσειν μισθοῦ, ψευδόμενος “δὲ καὶ τούτους, καὶ μάτην καρπούμενος τὴν τῶν ἐν πράγμασιν ὄντων ἑτοιμότητα πρὸς τὸ διδόναι ὑπὲρ ἀπαλλαγῆς τῶν ἐνοχλούντων, πορισμὸν ἡγούμενος “τὴν θεοσέβειαν·