Ancient Greek · ~3 min
ΛΟΓΟΣ Ζ., Chapter 30
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 30.9
Not analysed yet
οὔτε τὴν ἐν ταῖς ἐκκλησιαστικαῖς συνόδοις τερατείαν, ἣν μη- ῾χανᾶται δοξοκοπῶν καὶ φαντασιοκοπῶν, καὶ τὰς τῶν ἀκεραιοτέρων ψυχὰς τοῖς τοιούτοις ἐκπλήττων, βῆμα μὲν καὶ θρόνον ὑψηλὸν ἑαυτῷ κατασκευασά- “μένος, οὐχ ὡς Χριστοῦ μαθητὴς, σήκρητον δὲ, “ὥσπερ οἷ τοῦ κόσμου ἄρχοντες, ἔχων τε καὶ ὀνομάζων, παίων τε τῇ χειρὶ τὸν μηρὸν, καὶ τὸ βῆμα “ἀράττων τοῖς ποσὶ, καὶ τοῖς μὴ ἐπαινοῦσι μηδὲ “ὥσπερ ἐν τοῖς θεάτροις κατασείουσι ταῖς ὀθόναις “μηδ’ ἐκβοῶσί τε καὶ ἀναπηδῶσι κατὰ τὰ αὐτὰ τοῖς “μηδ’ ἀμφ’ αὐτὸν στασιώταις ἀνδράσι τε καὶ γυναίοις, “ἀκόσμως οὕτως ἀκροωμένοις, τοῖς δ’ οὖν ὡς ἐν “οἵκῳ θεοῦ σεμνοπρεπῶς καὶ εὐτάκτως ἀκούουσιν “ἐπιτιμῶν καὶ ἐνυβρίζων, καὶ εἰς τοὺς ἀπελθόντας “ἐκ τοῦ βίου τούτου παροινῶν ἐξηγητὰς τοῦ λόγου “φορτικῶς ἐν τῷ κοινῷ, καὶ μεγαλορρημονῶν περὶ “ἑαυτοῦ, καθάπερ οὐκ ἐπίσκοπος, ὰλλὰ σοφιστὴς καὶ “γόης·