Ancient Greek
ΛΟΓΟΣ Γ., Chapter 31
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 31.2
Not analysed yet
τοῦ δὲ Ἰωάννου τὰ μὲν τοῦ χρόνου ἤδη πως εἴρηται, τὸ δέ γε τοῦ σκηνώματος αὐτοῦ χωρίον ἐξ ἐπιστολῆς Πολυκράτους (τῆς δ’ ἐν Ἐφέσῳ παροικίας ἐπίσκοπος οὗτος ἦν) ἐπιδείκνυται, ἣν Οὐίκτορι ‘Ρωμαίων ἐπισκόπῳ γράφων ὁμοῦ τε αὐτοῦ καὶ Φιλίππου μνημονεύει τοῦ ἀποστόλου τῶν τε τούτου θυγατέρων ὧδέ πως “καὶ γὰρ καὶ κατὰ τὴν “Ἀσίαν μεγάλα στοιχεῖα κεκοίμηται, ἅτινα ἀναστή- “σεται τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς παρουσίας τοῦ κυρίου, “ἐν ᾖ ἔρχεται μετὰ δόξης ἐξ οὐρανοῦ, καὶ ἀναζητήσει “πάντας τοὺς ἁγίους, Φίλιππον τὸν τῶν δώδεκα ἀποστόλων, ὃς κεκοίμηται ἐν Ἱεραπόλει, καὶ δύο θυγατέρες αὐτοῦ γεγηρακυῖαι παρθένοι, καὶ ἡ ἑτέρα ‘αὐτοῦ θυγάτηρ ἐν ἁγίῳ πνεύματι πολιτευσαμένη, ἣ ἐν Ἐφέσω ἀναπαύεται,