Ancient Greek · ~2 min
ΛΟΓΟΣ ς., Chapter 32
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 32.1-2
Not analysed yet
[Nic. H. E. V, 19] Καὶ Ὠριγένει δὲ κατὰ τοῦτον τὸν χρόνον τὰ εἰς τὸν Ἠσαίαν, ἐν ταὐτῶ δὲ καὶ τὰ εἰς τὸν Ἰεζεκιὴλ συνετάττετο· ὧν εἰς μὲν τὸ τρίτον μέρος τοῦ Ἡσαΐου, μέχρι τῆς ὁράσεως τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ, τριάκοντα εἰς ἡμὰς περιῆλθον τόμοι, εἰς δὲ τὸν Ἰεζεκιὴλ πέντε καὶ εἴκοσιν, οὓς καὶ μόνους εἰς τὸν πάντα πεποίηται προφήτην.