Ancient Greek · ~5 min
32.1 to 32.5
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 32.1-3-5
Not analysed yet
[Nic. H. E. VI, 34—37] καθ’ οὓς τῆς Ῥωμαίων προστάντα ἐκκλησίας ἔτεσι Εὐτυχιανὸς διαδέχεται· οὐδ’ ὅλοις δὲ μησὶν οὗτος δέκα διαγενόμενος Γαΐῳ τῷ καθ’ ἡμὰς καταλείπει τὸν κλῆρον. καὶ τούτου δὲ ἀμφὶ τὰ πεντεκαίδεκα ἔτη προστάντος Μαρκελλῖνος κατέστη διάδοχος, ὃν καὶ αὐτὸν ὁ διωγμὸς κατείληφε. κατὰ τούσδε τῆς Ἀντιοχέων ἐπισκοπῆς μετὰ Δόμνον ἡγήσατ’ Τίμαιος, ὃν ὁ καθ’ ἡμὰς διεδέξατο Κύριλλος, ὃν Δωρόθεον πρεσβείου τοῦ κατὰ Ἀντιόχειαν ἠξιω μένον τῶν τηνικάδε λόγιον ἄνδρα ἔγνωμεν. φιλόκαλο δ’ οὗτος περὶ τὰ θεῖα γεγονὼς καὶ τῆς Ἑβραίων ἐπεμελήθη γλώττης, ὡς καὶ αὐταῖς ταῖς Ἑβραϊκαῖς γραφαῖς ἐπιστημόνως ἐντυγχάνειν. . ἦν δ’ οὗτο τῶν μάλιστα ἐλευθερίων, προπαιδείας τε τῆς καθ’ Ἕλληνας οὐκ ἄμοιρος, τὴν φύσιν δὲ ἄλλως εὐνοῦχος, οὕτω πεφυκὼς ἐξ αὐτῆς γενέσεως ὡς καὶ βασιλέα διὰ τοῦτο οἷόν τι παράδοξον αὐτὸν οἰκειώσασθαι, καὶ τιμῆσαί γε ἐπιτροπῇ τῆς κατὰ Τυρὸν ἁλουργοῦ βαφῆς. τούτου μετρίως τὰς γραφὰς ἐπὶ τῆς ἐκκλησίας διηγουμένου κατηκούσαμεν. μετὰ δὲ Κύριλλον Τύραννος τῆς Ἀντιοχέων παροικίας τὴν ἐπισκοπὴν διεδέξατο, καθ’ ὃν ἤκμασεν ἡ τῶν ἐκκλησιῶν πολιορκία. τῆς δ’ ἐν Λαοδικείᾳ παροικίας ἡγήσατο μετὰ Σωκράτην Εὐσέβιος, ἀπὸ Ἀλεξανδρέων ὁρμηθεὶς πόλεως. αἰτία δ’ αὐτῷ τῆς μεταναστάσεως ὑπῆρξεν ἡ κατὰ τὸν Παῦλον ὑπόθεσις, δι’ ὃν τῆς Συρίας ἐπιβὰς πρὸς τῶν τῇδε περὶ τὰ θεῖα ἐσπουδακότων τῆς οἴκαδε πορείας εἴργεται, ἐπέραστόν τι θεοσεβείας χρῆμα τῶν καθ’ ἡμὰς γενόμενος, ὡς καὶ ἀπὸ τῶν παρατεθεισῶν Διονυσίου φωνῶν διαγνῶναι ῥᾴδιον.