Ancient Greek · ~3 min
32.12 to 32.14
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 32.12-14
Not analysed yet
τοιούτων ἡ κατὰ Λαοδίκειαν ἐκκλησία δύο ἐφεξῆς κατὰ διαδοχὴν ἠξιώθη ποιμένων, σὺν θείᾳ προμηθείᾳ μετὰ τὸν δηλωθέντα πόλεμον ἐκ τῆς Αλεξανδρέων πόλεως ἐπὶ τὰ τῇδε μετεληλυθότων. οὐ ὢ μὲν οὖν ἐσπουδάσθη πλεῖστα τῷ Ἀνατολίῳ συγγράμματα, τοσαῦτα δ’ εἰς ἡμᾶς ἐλήλυθε, δι’ ὧν αὐτοῦ καταμαθεῖν δυνατὸν ὁμοῦ τό τε λόγιον καὶ πολυμαθὲς, ἐν οἷς μάλιστα τὰ περὶ τοῦ πάσχα δόξαντα παρίστησιν, ἀφ᾿ ὧν ἀναγκαῖον ἂν εἴη τούτων ἐπὶ τοῦ παρόντος μνημονεῦσαι. [Ἐκ τῶν περὶ τοῦ πάσχα Ἀνατολίου κανόνων] “Ἔχει τοίνυν ἐν τῷ πρώτῳ ἔτει τὴν νου- “μηνίαν τοῦ πρώτου μηνὸς ,ἥτις ἁπάσης ἐστὶν ἀρχὴ “τῆς ἐννεακαιδεκαετηρίδος, τῇ κατ᾿ Αἰγυπτίους μὲν “Φαμενὼθ ἕκτῃ καὶ εἰκάδι, κατὰ δὲ τοὺς Μακεδό- “νων μῆνας Δύστρου δευτέρα καὶ εἰκάδι, ὡς δ᾿ “ἄν εἴποιεν ῾Ρωμαῖοι, πρὸ ἕνδεκα Καλανδῶν Ἀπριλ- “λίων.